Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.137 Joseph. AJ 6.142 (English) >>Joseph. AJ 6.146

6.140

Νικήσας δὲ Σαοῦλος ἅπαντας τοὺς ἀπὸ Πηλουσίου τῆς Αἰγύπτου καθήκοντας ἕως τῆς Ἐρυθρᾶς θαλάσσης διέφθειρε πολεμίους παραλιπὼν τὸ τῶν Σικιμιτῶν ἔθνος· οὗτοι γὰρ ἐν τῇ Μαδιηνῇ χώρᾳ μέσοι κατῴκηνται. πρὸ δὲ τῆς μάχης πέμψας παρήγγειλεν αὐτοῖς ἀναχωρεῖν, μὴ τοῖς Ἀμαληκίταις κοινωνήσωσι συμφορᾶς· συγγενεῖς γὰρ αὐτοὺς ὄντας Ῥαγουήλου τοῦ Μωυσέος πενθεροῦ σώζειν αἰτίαν ἔχειν. 6.141

Καὶ Σαοῦλος μὲν ὡς μηδενὸς παρακούσας ὧν προφήτης ἐπέστειλε μέλλοντι τὸν πρὸς Ἀμαληκίτας ἐκφέρειν πόλεμον, ἀλλʼ ὡς ἐπὶ πᾶσιν ἐκείνοις ἀκριβῶς πεφυλαγμένοις νενικηκὼς τοὺς πολεμίους οἴκαδε πρὸς αὑτὸν ὑπέστρεψε χαίρων ἐπὶ τοῖς κατωρθωμένοις. 6.142 δὲ θεὸς ἄχθεται τῇ τε τοῦ βασιλέως τῶν Ἀμαληκιτῶν σωτηρίᾳ καὶ τῇ τῶν βοσκημάτων διαρπαγῇ τοῦ πλήθους, ὅτι μὴ συγχωρήσαντος αὐτοῦ ταῦτʼ ἐπράχθη· δεινὸν γὰρ ἡγεῖτο νικᾶν μὲν καὶ περιγίνεσθαι τῶν ἐχθρῶν ἐκείνου τὴν ἰσχὺν διδόντος αὐτοῖς, καταφρονεῖσθαι δὲ καὶ παρακούεσθαι μηδὲ ὡς ἄνθρωπον βασιλέα. 6.143μετανοεῖν οὖν ἔλεγε πρὸς τὸν προφήτην Σαμουῆλον ἐπὶ τῷ χειροτονῆσαι βασιλέα τὸν Σαοῦλον μηδὲν ὧν αὐτὸς κελεύει πράττοντα, τῇ δʼ οἰκείᾳ βουλήσει χρώμενον. σφόδρα ταῦτʼ ἀκούσας Σαμουῆλος συνεχύθη καὶ διʼ ὅλης τῆς νυκτὸς παρακαλεῖν ἤρξατο τὸν θεὸν καταλλάττεσθαι τῷ Σαούλῳ καὶ μὴ χαλεπαίνειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.137 Joseph. AJ 6.142 (English) >>Joseph. AJ 6.146

Powered by PhiloLogic